Κυριακή 2 Φεβρουαρίου 2020

Η Υπαπαντή του Κυρίου:



Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, 
ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, 
Χριστὸς ὁ Θεὸς ἠμῶν, 
φωτίζων τοὺς ἐν σκότει. 
Εὐφραίνου καὶ σὺ Πρεσβῦτα δίκαιε, 
δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἠμῶν, 
χαριζόμενον ἠμὶν καὶ τὴν Ἀνάστασιν.

Πέμπτη 30 Ιανουαρίου 2020

ΟΙ ΤΡΕΙΣ ΙΕΡΑΡΧΕΣ:





Τούς Τρεῖς Μεγίστους Φωστῆρας τῆς Τρισηλίου Θεότητος,
τούς τήν οἰκουμένην ἀκτῖσι δογμάτων θείων πυρσεύσαντας,
τούς μελιῤῥύτους ποταμούς τῆς σοφίας,
τούς τήν κτίσιν πᾶσαν θεογνωσίας νάμασι καταρδεύσαντας,
Βασίλειον τόν Μέγαν, καί τόν Θεολόγον Γρηγόριον,
σύν τῷ κλεινῷ Ἰωάννη, τῷ τήν γλῶτταν Χρυσοῤῥήμονι,
πάντες οἱ τῶν λόγων αὐτῶν ἐρασταί, συνελθόντες ὕμνοις τιμήσωμεν·
αὐτοί γάρ τῇ Τριάδι, ὑπέρ ὑμῶν ἀεί πρεσβεύουσιν.

Τετάρτη 1 Ιανουαρίου 2020

ΚΑΛΗ ΧΡΟΝΙΑ!!!




Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, 
ὡς δεξαμένην τὸν λόγον σου· 
δι' οὗ θεοπρεπῶς ἐδογμάτισας, 
τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, 
τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας. 
Βασίλειον ἱεράτευμα, 
Πάτερ Ὅσιε· 
πρέσβευε Χριστῷ τῷ Θεῷ, 
σωθῆναι τὰς ψυχὰς ἡμῶν.