Ἑτοιμάζου Βηθλεέμ·
ἤνοικται πᾶσιν ἡ Ἐδέμ.
Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς,
ἐν τῷ σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου.
Παράδεισος καὶ γὰρ ἡ ἐκείνης γαστήρ,
ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν·
ἐξ οὗ φαγόντες ζήσομεν,
οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα.
Χριστὸς γεννᾶται,
τὴν πρὶν πεσοῦσαν ἀναστήσων εἰκόνα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου